5628 - Dedication to Ἶσις and Σέραπις from Cyrene - Shahhat
Ficha
Code
5628
Title
5628 - Dedication to Ἶσις and Σέραπις from Cyrene - Shahhat
Text of the inscription
ἀγαθῇ τύχῃ / (ἔτους) ρλγʹ Ἴσιδι καὶ Σεράπιδι / ἀγαθὸς δαίμων νεωκόρος ἀνέθη(κε). / ἐγὼ τύραννος Εἶςις αἰῶνος μόνη / πόντου τε καὶ γῆς τέρμονάς τ’ ἐπιβλέπω. / καὶ σκῆπτρ’ ἔχουσα καὶ μί’ οὖσ’ ἐπιβλέπω / καλοῦσι δή με πάντες ὑψίστην θεόν, / πάντων μεγίστην τῶν ἐν οὐρανῶι θεῶν. / αὐτὴ γὰρ εὗρον πάντα καὶ εἱλόμην πόνον. / γραφὴ δ’ ἐπὶ σφραγεῖσι δηλώσει σαφὴς / δεικνῦσα τἀμὰ πᾶσιν ἐξευρήματα, / ἃ καὶ βροτοῖς ἔδειξα καὶ καρποὺς βίου. / πόλεις τε σεμνοῖς περιβόλοις ἐτείχισα / βροτοῖς τ’ ἔνειμα ταῦτα τρανῶς εἰδέναι. / ἐμοῦ δὲ χωρὶς γείνετ’ οὐδὲν πώποτε, / οὐδ’ ἄστρα γὰρ φοιτῶσι τὴν αὐτὴν ὁδόν, / ἂν μὴ ἐξ ἐμοῦ λάβωσιν ἐντολ̣[ὰς πάρος] / οὐ μή τε γαῖα καρπὸν ἦρι [τέξεται], / ἂν μὴ ἐπινεύσω πάντ[α τ’ αὐξήσω καλῶς]. / τίς ἂν δύναιτο τἀμ̣[ὰ καταβαλεῖν κράτη] / ἤ τις μαρᾶναι [τῶν ἐμῶν ἔργων σθένος] / τὰ μὲν βίος [---] / τὸ πᾶν [---]
Alternative text
ἀγαθῇ τύχῃ ἔτους ρλγʹ Ἴσιδι καὶ Σεράπιδι ἀγαθὸς δαίμων νεωκόρος ἀνέθηκε. ἐγὼ τύραννος Εἶςις αἰῶνος μόνη πόντου τε καὶ γῆς τέρμονάς τ’ ἐπιβλέπω. καὶ σκῆπτρ’ ἔχουσα καὶ μί’ οὖσ’ ἐπιβλέπω καλοῦσι δή με πάντες ὑψίστην θεόν, πάντων μεγίστην τῶν ἐν οὐρανῶι θεῶν. αὐτὴ γὰρ εὗρον πάντα καὶ εἱλόμην πόνον. γραφὴ δ’ ἐπὶ σφραγεῖσι δηλώσει σαφὴς δεικνῦσα τἀμὰ πᾶσιν ἐξευρήματα, ἃ καὶ βροτοῖς ἔδειξα καὶ καρποὺς βίου. πόλεις τε σεμνοῖς περιβόλοις ἐτείχισα βροτοῖς τ’ ἔνειμα ταῦτα τρανῶς εἰδέναι. ἐμοῦ δὲ χωρὶς γείνετ’ οὐδὲν πώποτε, οὐδ’ ἄστρα γὰρ φοιτῶσι τὴν αὐτὴν ὁδόν, ἂν μὴ ἐξ ἐμοῦ λάβωσιν ἐντολ̣ὰς πάρος οὐ μή τε γαῖα καρπὸν ἦρι τέξεται, ἂν μὴ ἐπινεύσω πάντα τ’ αὐξήσω καλῶς. τίς ἂν δύναιτο τἀμ̣ὰ καταβαλεῖν κράτη ἤ τις μαρᾶναι τῶν ἐμῶν ἔργων σθένος τὰ μὲν βίος τὸ πᾶν
Textual source
PHI Greek Inscriptions
Language
Greek
Number of deities
2
Theonym 1
Onomastic attribute 1
Theonym 2
Institutions and individuals involved
1
Dedicant/s
Chronology
103
Location
Further bibliography
SEG IX 192
Last update
2022-04-07
- Conjuntos de fichas
- SIRAR