5673 - Dedication to the Μοῦσαι from Cyrene - Shahhat

Ficha

Code

5673

Title

5673 - Dedication to the Μοῦσαι from Cyrene - Shahhat

Text of the inscription

εἰμὶ μὲν Ἡφαιστοῦτος θυ/γάτηρ Ἀκρισίου δὲ πατρός, / λέγομαι δὲ Παρησία· νήπι/ον εἰς Ἀΐδαο πύλας κατε/λήλυθα, οὐδὲ τέταρτον / ἔτος πλῆρες εἶδον γλυ/κερὸν φάος ἠελίοιο· / οὐ καλύβοις ἐπ’ ἐμοῖς / ἱλαρὸν· κρότον εὔρυθμον / εἶδον, οὐ λιγὺς αὐλὸς ἐ/μαῖς ἐν παστάσι θροῦν ἐδό/νησεν, οὐκ ὑμέναιος κω/μάζων ἔκρεκεν Μουσῶν / μέλος ἡδύ· ἀλλά με τὴν ἀ/δαῆ παῖδα σειγῆς τόπος / ἔσχεν, γράμμασιν ἐν στή/λῃ λαλέουσαν ἐμὸν γέ/νος, οὐκέτι φωνῇ.

Alternative text

εἰμὶ μὲν Ἡφαιστοῦτος θυγάτηρ Ἀκρισίου δὲ πατρός, λέγομαι δὲ Παρησία· νήπιον εἰς Ἀΐδαο πύλας κατελήλυθα, οὐδὲ τέταρτον ἔτος πλῆρες εἶδον γλυκερὸν φάος ἠελίοιο· οὐ καλύβοις ἐπ’ ἐμοῖς ἱλαρὸν· κρότον εὔρυθμον εἶδον, οὐ λιγὺς αὐλὸς ἐμαῖς ἐν παστάσι θροῦν ἐδόνησεν, οὐκ ὑμέναιος κωμάζων ἔκρεκεν Μουσῶν μέλος ἡδύ· ἀλλά με τὴν ἀδαῆ παῖδα σειγῆς τόπος ἔσχεν, γράμμασιν ἐν στήλῃ λαλέουσαν ἐμὸν γένος, οὐκέτι φωνῇ.

Textual source

PHI Greek Inscriptions

Language

Greek

Number of deities

9

Theonym 1

Institutions and individuals involved

1

Dedicant/s

Religious notabilia

Ἅιδης

Terminus post quem

101

Terminus ante quem

200

Location

Further bibliography

SEG XX 747

Other links

Last update

2022/04/13
Conjuntos de fichas
SIRAR