5711 - Defixio from Carthago - Carthage

Ficha

Code

5711

Title

5711 - Defixio from Carthago - Carthage

Text of the inscription

Σεμεσιλαμ δαματαμενευς λησθνα {λησννα} / λλελαμ[—]λαικαμ ερμουβελη ιακουβιαι ωερβηθ / ιωπακερβηθ ηωμαλθαβηθ αλλασαν καταρα, ἐξορκί/ζω ὑμᾶς κατὰ τῶν μεγάλων ὀνομάτων ἵνα / καταδήσητε πᾶν μέλος καὶ πᾶν νεῦρον Βικτωρικοῦ / ὃ[ν] ἔτεκεν [γ]ῆ μήτηρ παντὸς ἐνψύχου, τοῦ ἡνιόχου τοῦ / βενέτου, καὶ τῶν ἵππων αὐτοῦ ὧν μέλλι ἐλαύνιν, Σεκουν/δινοῦ Ἰούβενιν καὶ Ἀτ̣βοκᾶτον καὶ Βούβαλον, καὶ Βικτωρικοῦ / Πομπηϊανοῦ καὶ Βαϊανοῦ καὶ Βίκτορος καὶ Ἐξιμίου, κα/ὶ τῶν Μεσσαλῶν Δομινάτορα, καὶ ὅσοι ἐὰν συνζευχθῶ/σιν αὐτοῖς· κατάδησον αὐτῶν τὰ σκέλη καὶ τὴν ὁρμὴν καὶ / τὸ πήδημα καὶ τὸν δρόμον, ἀμαύρωσον αὐτῶν τὰ / ὄμματα ἵνα μὴ βλέπωσιν, στρέβλωσον αὐτῶν / τὴν ψυχὴν καὶ τὴν καρδίαν ἵνα μὴ [π]νέωσιν. ὡς οὗτ/ος ὁ ἀλέκτωρ καταδέδεται τοῖς ποσὶ καὶ ταῖς χερσὶ {τ} καὶ τῇ / κεφαλῇ, οὕτως καταδήσατ[ε] τὰ σκέλη καὶ τὰς χῖρας καὶ τὴν / κεφαλὴν καὶ τὴν καρδίαν Βικτωρικοῦ τοῦ ἡνιόχου τοῦ βενέ/του ἐν τῇ αὔριν ἡμέρᾳ καὶ τοὺς ἵππους οὓς μέλλι ἐλα/ύνιν, Σεκουνδινοῦ Ἰούβενιν καὶ Ἀτβοκᾶτον καὶ Βού/βαλον καὶ Λαυριᾶτον, καὶ Βικτωρικοῦ Πομπηϊανὸν καὶ / Βαϊανὸν καὶ Βίκτορα καὶ Ἐξιμίου[μ], καὶ τῶν Μεσσάλης / Δομινᾶτον, καὶ ὅσοι ἐὰν αὐτοῖς συνζευχθῶσιν. [ἔ]τι ἐ/ξορκίζω ὑμᾶς κατὰ τοῦ ἐπάν[ω] τοῦ οὐρανοῦ θεοῦ, / τοῦ καθημένου ἐπὶ τῶν Χερουβι, ὁ διορίσας τὴν γῆν / καὶ χωρίσας τὴν θάλασσαν, Ιαω αβριαω αρβαθιαω / σαβαω / αδωναϊ, ἵνα καταδήσητε Βικτωρικ{τ}ὸν {Βικτωρικὸν} τὸν ἡνί/οχον τοῦ βενέτου καὶ τοὺς ἵππους οὓς μέλλι ἐλαύνιν, / Σεκουνδινοῦ Ἰούβενιν καὶ Ἀτουοκᾶτον καὶ Βικτωρικοῦ / Πομπηϊανὸν καὶ Βαϊανὸν καὶ Βίκτορα καὶ Ἐξιμίουμ, / καὶ τῶν Μεσσάλης Δομ[ι]νᾶτον, ἵνα ἐπὶ νείκην μ[ὴ] / ἔλ[θωσι]ν ἐν τῇ αὔρι(ο)ν ἡμέρᾳ ἐν τῷ κίρκῳ· ἤδη ἤδη, / ταχὺ τα[χύ]

Alternative text

Σεμεσιλαμ δαματαμενευς λησθνα λλελαμ—λαικαμ ερμουβελη ιακουβιαι ωερβηθ ιωπακερβηθ ηωμαλθαβηθ αλλασαν καταρα, ἐξορκίζω ὑμᾶς κατὰ τῶν μεγάλων ὀνομάτων ἵνα καταδήσητε πᾶν μέλος καὶ πᾶν νεῦρον Βικτωρικοῦ ὃν ἔτεκεν γῆ μήτηρ παντὸς ἐνψύχου, τοῦ ἡνιόχου τοῦ βενέτου, καὶ τῶν ἵππων αὐτοῦ ὧν μέλλι ἐλαύνιν, Σεκουνδινοῦ Ἰούβενιν καὶ Ἀτ̣βοκᾶτον καὶ Βούβαλον, καὶ Βικτωρικοῦ Πομπηϊανοῦ καὶ Βαϊανοῦ καὶ Βίκτορος καὶ Ἐξιμίου, καὶ τῶν Μεσσαλῶν Δομινάτορα, καὶ ὅσοι ἐὰν συνζευχθῶσιν αὐτοῖς· κατάδησον αὐτῶν τὰ σκέλη καὶ τὴν ὁρμὴν καὶ τὸ πήδημα καὶ τὸν δρόμον, ἀμαύρωσον αὐτῶν τὰ ὄμματα ἵνα μὴ βλέπωσιν, στρέβλωσον αὐτῶν τὴν ψυχὴν καὶ τὴν καρδίαν ἵνα μὴ πνέωσιν. ὡς οὗτος ὁ ἀλέκτωρ καταδέδεται τοῖς ποσὶ καὶ ταῖς χερσὶ {τ} καὶ τῇ κεφαλῇ, οὕτως καταδήσατε τὰ σκέλη καὶ τὰς χῖρας καὶ τὴν κεφαλὴν καὶ τὴν καρδίαν Βικτωρικοῦ τοῦ ἡνιόχου τοῦ βενέτου ἐν τῇ αὔριν ἡμέρᾳ καὶ τοὺς ἵππους οὓς μέλλι ἐλαύνιν, Σεκουνδινοῦ Ἰούβενιν καὶ Ἀτβοκᾶτον καὶ Βούβαλον καὶ Λαυριᾶτον, καὶ Βικτωρικοῦ Πομπηϊανὸν καὶ Βαϊανὸν καὶ Βίκτορα καὶ Ἐξιμίουμ, καὶ τῶν Μεσσάλης Δομινᾶτον, καὶ ὅσοι ἐὰν αὐτοῖς συνζευχθῶσιν. ἔτι ἐξορκίζω ὑμᾶς κατὰ τοῦ ἐπάνω τοῦ οὐρανοῦ θεοῦ, τοῦ καθημένου ἐπὶ τῶν Χερουβι, ὁ διορίσας τὴν γῆν καὶ χωρίσας τὴν θάλασσαν, Ιαω αβριαω αρβαθιαω σαβαω αδωναϊ, ἵνα καταδήσητε Βικτωρικ{τ}ὸν {Βικτωρικὸν} τὸν ἡνίοχον τοῦ βενέτου καὶ τοὺς ἵππους οὓς μέλλι ἐλαύνιν, Σεκουνδινοῦ Ἰούβενιν καὶ Ἀτουοκᾶτον καὶ Βικτωρικοῦ Πομπηϊανὸν καὶ Βαϊανὸν καὶ Βίκτορα καὶ Ἐξιμίουμ, καὶ τῶν Μεσσάλης Δομινᾶτον, ἵνα ἐπὶ νείκην μὴ ἔλθωσιν ἐν τῇ αὔριον ἡμέρᾳ ἐν τῷ κίρκῳ· ἤδη ἤδη, ταχὺ ταχύ

Textual source

PHI Greek Inscriptions (adapted by V. Gasparini)

Language

Greek

Number of deities

16

Theonym 1

Theonym 2

Theonym 3

Theonym 4

Theonym 5

Theonym 6

Theonym 7

Theonym 8

Theonym 9

Theonym 10

Theonym 11

Theonym 12

Theonym 13

Theonym 14

Theonym 15

Theonym 16

Other onomastic attributes

Institutions and individuals involved

3

Other individuals

Religious notabilia

ἀλέκτωρ

Location

Topographic context

Bir-el-Djebbana necropolis

Place of conservation

Lavigerie Museum of St. Louis (Carthage)

Support

Defixio

Size (cm)

11,5 x 11,5 x ?

Material

CIL

VIII 12511

Further bibliography

IGRR I 944; Audollent 241

Other links

Last update

2022/05/03
Conjuntos de fichas
SIRAR