5722 - Defixio from Carthago - Carthage
Ficha
Code
5722
Title
5722 - Defixio from Carthago - Carthage
Text of the inscription
[ὁρκίζω σε ὅσ]τις ποτ’ οὖ[ν εἶ], νεκυδαίμων ἄωρε, κατὰ τ/ῶν [ἑ]π<τ>ὰ <σ>υνθρόνων χθωνίου βασιλέος αχλαουμ φερφεω βαφ/αω βεβοχ βολβεσρω τυυυφθω, ἵνα καταδήσῃς / τοὺς ἵππους τοῦ πρασίνου ὧν τὰ ὀνόματά σοι παρακατατίθημ/[ι], Δαρεῖον Ἄγιλε Κουπείδινε Πουγιῶνε Πρετι/ῶσον Προυνικὸν Δάρδανον Εἴναχον Φλόριδον Πάρδον Σερουᾶτ/ον Φούλγιδον Οὐικτῶρε Πρωφίκιον· κατάδη/σον αὐτοῖς τὸν δρόμον τὴν δύναμιν τὴν ψυχήν, ἄφελε α[ὐτῶν] / [τὴν νείκην, ἐ]μπόδισον αὐτοῖς τοὺς πόδας, / ἔκκοψον ἐκνεύρωσον ἐξάρθρωσον αὐτοὺς ἵνα μὴ / δυνασθῶσιν τῇ αὔριον ἡμέρᾳ ἐν τῷ ἱπ/ποδρόμῳ μήτε τρέχειν μήτε περιπατεῖν μήτε / νεικῆσαι μηδὲ ἐξελθεῖν τοὺς πυλῶνας / τῶν ἱππαφίων μηδὲ προβαίνειν τὴν ἀρίαν μηδ/ὲ κυκλεῦσαι τοὺς καμπτῆρας, ἀλλὰ πε/σέτωσαν σὺν τοῖς ἰδίοις ἡνιόχοις Πρώτῳ καὶ / Φηλεῖκε καὶ Ναρκίσσῳ. ὁρκίζω γάρ σε, / δαῖμον, κατὰ τῶν ἁγίων ὀνομάτων Σαλβαθβαλ αυθ/γερωταβαλ βασ̣ο̣θατεω αλεω σαμ[α]/βητωρ, κατάδησον τοὺς ἵππους τοῦ πρασίνου ὧ/ν τὰ ὀνόματά σοι παρακατατέθηκα, / Δαρεῖον Ἄγιλε Κουπείδινε Πουγιῶνε Πρετιῶσον Πρ/ουνικὸν Δάρδανον Εἴναχον Φλόρ/ιδον Πάρδον Σερουᾶτον Φούλγιδον Οὐι/κτῶρε Πρωφίκιον· κατάδησ/ον αὐτοῖς δρόμον πόδας νείκην ὁρ/μὴν ψυχὴν ταχύτ[η]τα, ἔκκ/οψον ἐκνεύρωσον ἐξάρθρωσον αὐτοὺς ἵν/α μὴ δυνασθῶσιν τῇ αὔριον ἡ/μέρᾳ ἐν τῷ ἱπποδρόμῳ μήτε τρέχει/ν μήτε περιπατεῖν μηδὲ / νεικῆσαι μηδὲ ἐξελθεῖν τοὺς πυλῶ/νας τῶν ἱππαφίων μήτ/ε προβαίνειν τὴν ἀρίαν μήτε τὸν σ/πάτιον μηδὲ κυκλεῦ/σαι τοὺς καμπτῆρας, ἀλλὰ πεσέ/τωσαν σὺν τοῖς ἰδίοις / ἡνιόχοις Πρώτῳ καὶ Φηλεῖκε / καὶ Ναρκίσσῳ· κατάδη/σον αὐτοῖς τὰς χεῖρας, ἄφελε / αὐτῶν τὴν νείκην τ/ὸν ἀπόβασιν καὶ τὴν ὅρασιν ἵ/να μὴ δυνασθῶ/σιν βλέπειν τοὺς ἰδίους ἀν/τιπάλους ἡνιο/χοῦντες, ἀλλὰ μᾶλλον ἅρ/πασον αὐτοὺς / ἐκ τῶν ἰδίων ἁρμάτων / καὶ στρέψον / ἐπὶ τὴν γῆν ἵνα πεσέ/τωσαν ἐμ / παντὶ τόπῳ τοῦ ἱππο/δρόμου σ/ὺν τοῖς ἰδίοις ἵππ/οις μ/ετὰ βλάβης τοῦ / σώμα/τος καὶ σκελ/ῶν κ/ατάγματος· / ἤδη / ἤδη ἤδη, ταχὺ / τα/χ[ὺ] ταχέως, / κατάδησον
Alternative text
ὁρκίζω σε ὅστις ποτ’ οὖν εἶ, νεκυδαίμων ἄωρε, κατὰ τῶν ἑπτὰ συνθρόνων χθωνίου βασιλέος αχλαουμ φερφεω βαφαω βεβοχ βολβεσρω τυυυφθω, ἵνα καταδήσῃς τοὺς ἵππους τοῦ πρασίνου ὧν τὰ ὀνόματά σοι παρακατατίθημι, Δαρεῖον Ἄγιλε Κουπείδινε Πουγιῶνε Πρετιῶσον Προυνικὸν Δάρδανον Εἴναχον Φλόριδον Πάρδον Σερουᾶτον Φούλγιδον Οὐικτῶρε Πρωφίκιον· κατάδησον αὐτοῖς τὸν δρόμον τὴν δύναμιν τὴν ψυχήν, ἄφελε αὐτῶν τὴν νείκην, ἐμπόδισον αὐτοῖς τοὺς πόδας, ἔκκοψον ἐκνεύρωσον ἐξάρθρωσον αὐτοὺς ἵνα μὴ δυνασθῶσιν τῇ αὔριον ἡμέρᾳ ἐν τῷ ἱπποδρόμῳ μήτε τρέχειν μήτε περιπατεῖν μήτε νεικῆσαι μηδὲ ἐξελθεῖν τοὺς πυλῶνας τῶν ἱππαφίων μηδὲ προβαίνειν τὴν ἀρίαν μηδὲ κυκλεῦσαι τοὺς καμπτῆρας, ἀλλὰ πεσέτωσαν σὺν τοῖς ἰδίοις ἡνιόχοις Πρώτῳ καὶ Φηλεῖκε καὶ Ναρκίσσῳ. ὁρκίζω γάρ σε, δαῖμον, κατὰ τῶν ἁγίων ὀνομάτων Σαλβαθβαλ αυθγερωταβαλ βασ̣ο̣θατεω αλεω σαμαβητωρ, κατάδησον τοὺς ἵππους τοῦ πρασίνου ὧν τὰ ὀνόματά σοι παρακατατέθηκα, Δαρεῖον Ἄγιλε Κουπείδινε Πουγιῶνε Πρετιῶσον Προυνικὸν Δάρδανον Εἴναχον Φλόριδον Πάρδον Σερουᾶτον Φούλγιδον Οὐικτῶρε Πρωφίκιον· κατάδησον αὐτοῖς δρόμον πόδας νείκην ὁρμὴν ψυχὴν ταχύτητα, ἔκκοψον ἐκνεύρωσον ἐξάρθρωσον αὐτοὺς ἵνα μὴ δυνασθῶσιν τῇ αὔριον ἡμέρᾳ ἐν τῷ ἱπποδρόμῳ μήτε τρέχειν μήτε περιπατεῖν μηδὲ νεικῆσαι μηδὲ ἐξελθεῖν τοὺς πυλῶνας τῶν ἱππαφίων μήτε προβαίνειν τὴν ἀρίαν μήτε τὸν σπάτιον μηδὲ κυκλεῦσαι τοὺς καμπτῆρας, ἀλλὰ πεσέτωσαν σὺν τοῖς ἰδίοις ἡνιόχοις Πρώτῳ καὶ Φηλεῖκε καὶ Ναρκίσσῳ· κατάδησον αὐτοῖς τὰς χεῖρας, ἄφελε αὐτῶν τὴν νείκην τὸν ἀπόβασιν καὶ τὴν ὅρασιν ἵνα μὴ δυνασθῶσιν βλέπειν τοὺς ἰδίους ἀντιπάλους ἡνιοχοῦντες, ἀλλὰ μᾶλλον ἅρπασον αὐτοὺς ἐκ τῶν ἰδίων ἁρμάτων καὶ στρέψον ἐπὶ τὴν γῆν ἵνα πεσέτωσαν ἐμ παντὶ τόπῳ τοῦ ἱπποδρόμου σὺν τοῖς ἰδίοις ἵπποις μετὰ βλάβης τοῦ σώματος καὶ σκελῶν κατάγματος· ἤδη
ἤδη ἤδη, ταχὺ ταχὺ ταχέως, κατάδησον
ἤδη ἤδη, ταχὺ ταχὺ ταχέως, κατάδησον
Textual source
PHI Greek Inscriptions (adapted by V. Gasparini)
Language
Greek
Number of deities
1
Onomastic attribute 1
Terminus post quem
101
Terminus ante quem
300
Location
Topographic context
Bir-el-Djebbana necropolis
Place of conservation
Bardo Museum
Support
Defixio
Size (cm)
7.8 x 5.8 x ?
Material
CIL
VIII 12510
Further bibliography
Audollent 240
Last update
2022/05/04
- Conjuntos de fichas
- SIRAR