5673 - Dedication to the Μοῦσαι from Cyrene - Shahhat
Description
εἰμὶ μὲν Ἡφαιστοῦτος θυ/γάτηρ Ἀκρισίου δὲ πατρός, / λέγομαι δὲ Παρησία· νήπι/ον εἰς Ἀΐδαο πύλας κατε/λήλυθα, οὐδὲ τέταρτον / ἔτος πλῆρες εἶδον γλυ/κερὸν φάος ἠελίοιο· / οὐ καλύβοις ἐπ’ ἐμοῖς / ἱλαρὸν· κρότον εὔρυθμον / εἶδον, οὐ λιγὺς...
Code
5673
Title
5673 - Dedication to the Μοῦσαι from Cyrene - Shahhat
Text of the inscription
εἰμὶ μὲν Ἡφαιστοῦτος θυ/γάτηρ Ἀκρισίου δὲ πατρός, / λέγομαι δὲ Παρησία· νήπι/ον εἰς Ἀΐδαο πύλας κατε/λήλυθα, οὐδὲ τέταρτον / ἔτος πλῆρες εἶδον γλυ/κερὸν φάος ἠελίοιο· / οὐ καλύβοις ἐπ’ ἐμοῖς / ἱλαρὸν· κρότον εὔρυθμον / εἶδον, οὐ λιγὺς αὐλὸς ἐ/μαῖς ἐν παστάσι θροῦν ἐδό/νησεν, οὐκ ὑμέναιος κω/μάζων ἔκρεκεν Μουσῶν / μέλος ἡδύ· ἀλλά με τὴν ἀ/δαῆ παῖδα σειγῆς τόπος / ἔσχεν, γράμμασιν ἐν στή/λῃ λαλέουσαν ἐμὸν γέ/νος, οὐκέτι φωνῇ.
Alternative text
εἰμὶ μὲν Ἡφαιστοῦτος θυγάτηρ Ἀκρισίου δὲ πατρός, λέγομαι δὲ Παρησία· νήπιον εἰς Ἀΐδαο πύλας κατελήλυθα, οὐδὲ τέταρτον ἔτος πλῆρες εἶδον γλυκερὸν φάος ἠελίοιο· οὐ καλύβοις ἐπ’ ἐμοῖς ἱλαρὸν· κρότον εὔρυθμον εἶδον, οὐ λιγὺς αὐλὸς ἐμαῖς ἐν παστάσι θροῦν ἐδόνησεν, οὐκ ὑμέναιος κωμάζων ἔκρεκεν Μουσῶν μέλος ἡδύ· ἀλλά με τὴν ἀδαῆ παῖδα σειγῆς τόπος ἔσχεν, γράμμασιν ἐν στήλῃ λαλέουσαν ἐμὸν γένος, οὐκέτι φωνῇ.
Textual source
PHI Greek Inscriptions
Language
Greek
Number of deities
9
Theonym 1
Institutions and individuals involved
1
Dedicant/s
Religious notabilia
Ἅιδης
Terminus post quem
101
Terminus ante quem
200
Location
Further bibliography
SEG XX 747
Other links
Last update
2022/04/13