5674 - Inscription mentioning the Ἅιδης from Cyrene - Shahhat

Description

Ἡφαιστοῦτος θυγά/τηρ γενόμαν Ἀγα/θανγέλου δ’ ἀνδρός, / ἣν πάντες σεμνὴν / γεινώσκουσιν, λέγομαι / δὲ Παρησία· πολλῶν πρα/γματιῶν μέτοχος γενό/μαν πιστὴ κατὰ πάντα· / οὕνεκά μοι πόσις ἔνθα βρα/βεῖον ἔθηκεν σημαίνων / πάσης ἀρετῆς στέφανόν...

Code

5674

Title

5674 - Inscription mentioning the Ἅιδης from Cyrene - Shahhat

Text of the inscription

Ἡφαιστοῦτος θυγά/τηρ γενόμαν Ἀγα/θανγέλου δ’ ἀνδρός, / ἣν πάντες σεμνὴν / γεινώσκουσιν, λέγομαι / δὲ Παρησία· πολλῶν πρα/γματιῶν μέτοχος γενό/μαν πιστὴ κατὰ πάντα· / οὕνεκά μοι πόσις ἔνθα βρα/βεῖον ἔθηκεν σημαίνων / πάσης ἀρετῆς στέφανόν / με λαβοῦσαν, πάντων γὰρ / χάριν ἔσχον ἐγὼ νείκης / τὸ βραβεῖον· καὶ γὰρ χορεί/αις ταῖς ἐμαῖς δ’ ἐν παστά/σιν ἐν καλύ̣[β]οισιν ἐμοῖς / ἱλαρὸν κρότον εὔρυθμον / εἶδον καὶ λιγὺς αὐλὸς ἐμαῖς / ἐν παστάσι θροῦ̣[ν] ἐδόνησεν / κωμάζων δ̣’ ὑμέναιος ἀπή/χησεν μέλος ἡδύ· ἑξηκον/ταέτης δὲ πλέον κατελή/{λη}λυθον εἰς <Ἀ>ΐδαο, καὶ νῦν / ἡ πανάριστος ἀσύνκρι/τος ἡ περὶ πάντα κ̣ε̣ῖμαι / σ<ι>ωπήσασα, διὰ στήλης / δὲ λέγουσα. ❦ τίς, πόθεν, / ἡ στήλη δὲ λαλεῖ, τὸ δ’ ἐ/μὸν στόμα σειγᾷ.

Alternative text

Ἡφαιστοῦτος θυγάτηρ γενόμαν Ἀγαθανγέλου δ’ ἀνδρός, ἣν πάντες σεμνὴν γεινώσκουσιν, λέγομαι δὲ Παρησία· πολλῶν πραγματιῶν μέτοχος γενόμαν πιστὴ κατὰ πάντα· οὕνεκά μοι πόσις ἔνθα βραβεῖον ἔθηκεν σημαίνων πάσης ἀρετῆς στέφανόν με λαβοῦσαν, πάντων γὰρ χάριν ἔσχον ἐγὼ νείκης τὸ βραβεῖον· καὶ γὰρ χορείαις ταῖς ἐμαῖς δ’ ἐν παστάσιν ἐν καλύ̣βοισιν ἐμοῖς ἱλαρὸν κρότον εὔρυθμον εἶδον καὶ λιγὺς αὐλὸς ἐμαῖς ἐν παστάσι θροῦ̣ν ἐδόνησεν κωμάζων δ̣’ ὑμέναιος ἀπήχησεν μέλος ἡδύ· ἑξηκονταέτης δὲ πλέον κατελή{λη}λυθον εἰς Ἀΐδαο, καὶ νῦν ἡ πανάριστος ἀσύνκριτος ἡ περὶ πάντα κ̣ε̣ῖμαι σιωπήσασα, διὰ στήλης δὲ λέγουσα τίς, πόθεν, ἡ στήλη δὲ λαλεῖ, τὸ δ’ ἐμὸν στόμα σειγᾷ

Textual source

PHI Greek Inscriptions

Language

Greek

Institutions and individuals involved

1

Dedicant/s

Religious notabilia

Ἅιδης

Terminus post quem

101

Terminus ante quem

200

Location

Further bibliography

SEG XX 748; QAL 1961 39, 18

Last update

2022/04/13

Item sets