5709 - Amulet from Sidi Kaddou

Description

Ορεοβαζαγρα, Ορεοβ[αζαγρα], / Αβρασαξ μαχαρ Σεμεσειλαμ στεναχτ[α], / λορσαχθη κοριαυχη Ἀδωναῖε, κύρ[ιοι] / θεοί, κωλύσατε, ἀποστρέψατε ἀπὸ τοῦ[δε] / χωρίου καὶ τῶν ἐν αὐτῷ γεννωμένω[ν] / ἐν ἀμπέλοις, ἐλαιῶσιν, σπορητοῖς τόπ[οις] / καρπῶν χάλαζαν,...

Code

5709

Title

5709 - Amulet from Sidi Kaddou

Text of the inscription

Ορεοβαζαγρα, Ορεοβ[αζαγρα], / Αβρασαξ μαχαρ Σεμεσειλαμ στεναχτ[α], / λορσαχθη κοριαυχη Ἀδωναῖε, κύρ[ιοι] / θεοί, κωλύσατε, ἀποστρέψατε ἀπὸ τοῦ[δε] / χωρίου καὶ τῶν ἐν αὐτῷ γεννωμένω[ν] / ἐν ἀμπέλοις, ἐλαιῶσιν, σπορητοῖς τόπ[οις] / καρπῶν χάλαζαν, ἐρυσείβην, ὀργὴ[ν] / τυφώνων ἀνέμων, κακοποιῶν / ἀκρίδων ἑσμόν, ἵνα μηδὲν τῶν λ[υ]/μαιωτικῶν τῶνδε ἅψηται τοῦ/δε τοῦ χωρίου καὶ τῶν ἐν αὐτῷ [κ]α[ρ]/πῶ‵ν′ πάντων· ἀσινεῖς δὲ α‵ὐ′τοὺ[ς] κα‵ὶ′ ἀ/φθ‵ό′ρους πάντοτε συντηρήσατε, / ἕως ἂν οἵδε λίθοι γεγραμ/μένοι τοῖς ἱροῖς ὑμῶν ὀνόμα/σιν ὑπὸ γῇ πέριξ κείμενοι / ὦσιν

Alternative text

Ορεοβαζαγρα, Ορεοβαζαγρα, Αβρασαξ μαχαρ Σεμεσειλαμ στεναχτα, λορσαχθη κοριαυχη Ἀδωναῖε, κύριοι θεοί, κωλύσατε, ἀποστρέψατε ἀπὸ τοῦδε χωρίου καὶ τῶν ἐν αὐτῷ γεννωμένων ἐν ἀμπέλοις, ἐλαιῶσιν, σπορητοῖς τόποις καρπῶν χάλαζαν, ἐρυσείβην, ὀργὴν τυφώνων ἀνέμων, κακοποιῶν ἀκρίδων ἑσμόν, ἵνα μηδὲν τῶν λυμαιωτικῶν τῶνδε ἅψηται τοῦδε τοῦ χωρίου καὶ τῶν ἐν αὐτῷ καρπῶ‵ν′ πάντων· ἀσινεῖς δὲ α‵ὐ′τοὺς κα‵ὶ′ ἀφθ‵ό′ρους πάντοτε συντηρήσατε, ἕως ἂν οἵδε λίθοι γεγραμμένοι τοῖς ἱροῖς ὑμῶν ὀνόμασιν ὑπὸ γῇ πέριξ κείμενοι ὦσιν

Textual source

PHI Greek Inscriptions (adapted by V. Gasparini)

Language

Greek

Number of deities

4

Onomastic attribute 1

Theonym 2

Onomastic attribute 2

Onomastic attribute 3

Theonym 4

Onomastic attribute 4

Religious notabilia

ἱρά ὀνόματα

Terminus post quem

101

Terminus ante quem

300

Location

Support

Amulet

Further bibliography

SEG XLIV 859; GMA, pp. 52-53

Last update

2022/05/03

Item sets