5710 - Dedication to Πλούτων from Leptis Magna - Lebdah
Description
ἐνθά<δ>ε <Δ>η/λάρκις κῖμε / ζωὴν ἀπο/τίσας {ας}· οὐ/δὲ<ν> φῶς ὁ<ρ>ό/ω γλυκ<ὺ> ὂν / μᾶλλον θα/να{νά}<τ>οιο {θανάτοιο}· ἀλ/λὰ <δ>όμον / Πλουτῆος ἔχω / κὲ χάλκεον / ὕπνον· <τ>ὸν <π>άν/τες φιλέεσκον / Ἀλε<ξ>αν<δ>ρῖς {Ἀλεξανδρεῖς} τε / {τε} κὲ Ἄφρο<ι> <Τ>Ω /...
Code
5710
Title
5710 - Dedication to Πλούτων from Leptis Magna - Lebdah
Text of the inscription
ἐνθά<δ>ε <Δ>η/λάρκις κῖμε / ζωὴν ἀπο/τίσας {ας}· οὐ/δὲ<ν> φῶς ὁ<ρ>ό/ω γλυκ<ὺ> ὂν / μᾶλλον θα/να{νά}<τ>οιο {θανάτοιο}· ἀλ/λὰ <δ>όμον / Πλουτῆος ἔχω / κὲ χάλκεον / ὕπνον· <τ>ὸν <π>άν/τες φιλέεσκον / Ἀλε<ξ>αν<δ>ρῖς {Ἀλεξανδρεῖς} τε / {τε} κὲ Ἄφρο<ι> <Τ>Ω / Δ̣ΕΙ ἐνὶ Κρήτᾳ / σωφροσύνης / ἕνεκεν κὲ πί/στ{ρ}ιος {πίστιος}. ζῆσα / δὲ αὐτὸς ἔτη / θʹ ․(?) κὲ εʹ ἐν <πάσῃ / σοφίῃ κὲ πε<δ>ί/ῃ βιό<τ>οι<ο> κὲ χρη/σιμότητι. ταῦτα / <δ>ὲ <π>άντα ἐποι/ήσαν<το> οἱ ἴ<δ>ιοι / θρεπτοὶ τοῦ με / καλῶς ποιῖν {ποιεῖν} οἵ / μου τάφον ἔγιραν {ἔγειραν}. / ὅπως πᾶσι φί/λοις <γ>νωσ<τ>ὸ<ς> ὀ͂ / κὲ θα<νά>τῳ κεκαλυμέ/νος ἐν ζῶσι λαλῶμε. / [-]ΓΥΧΙΙ Χ φίλοι ΘΥ․Ϲ ἀθάνατο[ς]
Alternative text
ἐνθάδε Δηλάρκις κῖμε ζωὴν ἀποτίσας {ας}· οὐδὲν φῶς ὁρόω γλυκὺ ὂν μᾶλλον θανα{νά}τοιο {θανάτοιο}· ἀλλὰ δόμον Πλουτῆος ἔχω κὲ χάλκεον ὕπνον· τὸν πάντες φιλέεσκον Ἀλεξανδρῖς {Ἀλεξανδρεῖς} τε {τε} κὲ Ἄφροι ΤΩ Δ̣ΕΙ ἐνὶ Κρήτᾳ σωφροσύνης ἕνεκεν κὲ πίστ{ρ}ιος {πίστιος}. ζῆσα δὲ αὐτὸς ἔτη θʹ ․? κὲ εʹ ἐν πάσῃ σοφίῃ κὲ πεδίῃ βιότοιο κὲ χρησιμότητι. ταῦτα δὲ πάντα ἐποιήσαντο οἱ ἴδιοι θρεπτοὶ τοῦ με καλῶς ποιῖν {ποιεῖν} οἵ μου τάφον ἔγιραν {ἔγειραν}. ὅπως πᾶσι φίλοις γνωστὸς ὀ͂ κὲ θανάτῳ κεκαλυμένος ἐν ζῶσι λαλῶμε. -ΓΥΧΙΙ Χ φίλοι ΘΥ․Ϲ ἀθάνατος
Textual source
PHI Greek Inscriptions (adapted by V. Gasparini)
Language
Greek
Number of deities
1
Theonym 1
Institutions and individuals involved
1
Dedicant/s
Religious notabilia
Δόμος
Terminus post quem
175
Terminus ante quem
250
Location
Further bibliography
IRT 690; Epigraphica 1948, 74-80
Last update
2022/05/03