5718 - Defixio from Carthago - Carthage
Description
ἐξορκίζω σε ὅστις ποτ’ οὖν εἶ, νεκυδαίμων ἄωρε, κατὰ τ[---] / [---] κ̣αὶ τὰ̣ [---]τα [ὀνό]ματα α[---]πων / βρουραβρουρα μαρμαρει μαρμαρει αμαρταμαρει απε/ωρνομ φεκο̣μφθω βαιεψων σ̣αθ̣σαθιε̣α̣ω[---]ββαιφ̣ρι / ἵνα καταδήσῃς τοὺς ἵππους τοῦ οὐενέτου καὶ...
Code
5718
Title
5718 - Defixio from Carthago - Carthage
Text of the inscription
ἐξορκίζω σε ὅστις ποτ’ οὖν εἶ, νεκυδαίμων ἄωρε, κατὰ τ[---] / [---] κ̣αὶ τὰ̣ [---]τα [ὀνό]ματα α[---]πων / βρουραβρουρα μαρμαρει μαρμαρει αμαρταμαρει απε/ωρνομ φεκο̣μφθω βαιεψων σ̣αθ̣σαθιε̣α̣ω[---]ββαιφ̣ρι / ἵνα καταδήσῃς τοὺς ἵππους τοῦ οὐενέτου καὶ τοῦ συνζύγ[ου] / [αὐτοῦ πρασίνου ---]εους σ̣ο̣ι̣ [σεσημειωμ]ένα ἐν τοῖς θα[λ]α[σσίοις] / ὀστράκοις παρακατατέθηκα ἐν τούτῳ τῷ σκεύει, Οὐιττᾶτον / Δηρεισῶρε Οὐικτῶρε Ἀρμένιον Νίμβον Τύριον Ἀμ̣ο̣͂ρ̣ε̣ {Ἀμῶρε} Πραικλ̣/ᾶρον τὸν καὶ Τετραπλ̣ὰ Οὐιρεῖλε Παρᾶτον, Οὐικτ[ῶρε] / [Ἰμβου]τρί[ουμ] Φονεῖκε Λίκον καὶ τοῦ συνζύγου αὐτοῦ πρα/σίνου Δαρεῖον Ἄγιλε Κουπείδινε Πουγιῶνε Πρ/ετιῶσον Προυνικὸν Δάρδανον Εἴναχον Φλόριδον Πάρδον / Σερουᾶτον Φούλγιδον Οὐικτῶρε Προφίκιον· κατά/δησον {αὐτοῖς δρόμον πόδας νείκην ὁρμὴν ψυχὴν ταχύτη}/{τα ἔκκοψον ἐκνεύρωσον ἐξάρθρωσον αὐτοὺς ἵνα} / {δησον} αὐτοῖς τὸν δρόμον τὴν δύναμιν τὴν ψυχὴν τὴν ὁρμὴν τ/ὴν ταχύτητα, ἄφελε αὐτῶν τὴν νείκην, ἐμπόδισον αὐ/τοῖς τοὺς πόδας, ἔκκοψον ἐκνεύρωσον ἐξάρθρωσον αὐτοὺς ἵνα / μὴ δυνασθῶσιν τῇ αὔριον ἡμέρᾳ ἐλθόντες ἐν / τῷ ἱπποδρόμῳ μήτε τρέχειν μήτε περιπατεῖν μήτε ν/εικῆσαι μηδὲ ἐξελθεῖν τοὺς πυλῶνας τῶν ἱππαφ/ίων μήτε προβαίνειν τὴν ἀρίαν μήτε τὸν σπάτιον μηδὲ / κυκλεῦσαι τοὺς καμπτῆρας, ἀλλὰ πεσέτωσαν / σὺν τοῖς ἰδίοις ἡνιόχοις, Διονυσίῳ τοῦ οὐενέτου καὶ Λα/μυρῷ καὶ Ῥεστουτιάνῳ καὶ τοῦ συνζύγου αὐτοῦ / πρασίνου Πρώτῳ καὶ Φηλεῖκε καὶ Ναρκίσσῳ ἀνάγ̣κα/ν [---]αρε[—]α[---]α[---]ν[---]κ / αμαει μεσαγρα μεσακτω ασβυρ ὀρεοβαβζαγρα μ/ασκελλει φνουκενταβαωθ σαμφορνο̣ / βεουουβεου· κατάδησον τοὺς ἵππους τοῦ οὐενέτου ὧν / τὰ ὀνόματά σοι σεσημειωμένα ἐν τού/τῳ τῷ σκεύει ἐν ὀστράκοις θαλασσίοις παρακατα/τέθηκα, Οὐιττᾶτον Δηρεισῶρε Οὐι/κτῶρε Ἀρμένιον Νίμβον Τύριον Ἀμο͂ρε Πραι/κλᾶρον τὸν καὶ Τετραπλὰ Οὐιρεῖλε / Παρᾶτον Οὐικτῶρε Ἰμ̣β̣ο̣υτρίουμ Φονεῖκε Λί/κον καὶ τοῦ συνζύγου αὐτοῦ π/ρασίνου Δαρεῖον Ἄγιλε Κουπείδινε / Πουγιῶνε Πρετιῶσον Προυνικὸν / Δάρδανον Εἴναχον Φλό̣ριδον Πάρδον / Σερουᾶτον Φούλγιδον· κατάδη/σον αὐτοῖς δρόμον πόδας νείκην ὁρμὴν ψ/υχὴν ταχύτητα, ἔκκοψον ἐκ/νεύρωσον ἐξάρθρωσον αὐτοὺς ἵνα μὴ / δυνασθῶσιν τῇ αὔριον ἡμέρᾳ /ἐν τῷ ἱπποδρόμῳ μήτε τρέχειν, μήτε πε/ριπατεῖν, μήτε νεικῆσαι / μηδὲ ἐξελθεῖν τοὺς πυλῶνας τῶν ἱππα/φίων μηδὲ κυκλεῦσαι το{υ}/ὺς {τοὺς} καμπτῆρας, ἀλλὰ πεσέτωσαν / σὺν τοῖς ἰδίοις ἡνιόχοις, / Διονυσίῳ τοῦ οὐενέτου καὶ Λα/μυρῷ καὶ Ῥεστουτιάν/ῳ καὶ τοῦ συνζύγου αὐτοῦ πρασί/νου Πρώτῳ καὶ Φηλ/εῖκε καὶ Ναρκίσσῳ· κατάδησον α/ὐτοῖς τὰς χεῖρας, / ἄφελε αὐτῶν τὴν νείκην, / τὸν ἀπόβασιν κ/αὶ τὴν ὅρασιν ἵνα μὴ δυνα/σθῶσιν βλέπειν / τοὺς ἰδίους ἀντιπάλους / ἡνιοχοῦντες, ἀ/λλὰ μᾶλλον ἅρπασον αὐ/τοὺς ἐκ τῶν ἰ/δίων ἁρμάτων καὶ σ/τρέψον ἐπὶ / τὴν γῆν ἵνα πεσέτωσ/αν ἐμ παντὶ / τόπῳ τοῦ ἱππο/δρόμου / συρόμενοι, μά/λιστα δ/ὲ ἐν τοῖς καμπτ/ῆρσι/ν, σὺν τοῖς ἰδί/οις / ἵπποις· ἤδη ἤδ/η, / ταχὺ ταχὺ / ταχέως
Alternative text
ἐξορκίζω σε ὅστις ποτ’ οὖν εἶ, νεκυδαίμων ἄωρε, κατὰ τ κ̣αὶ τὰ̣ τα ὀνόματα απων βρουραβρουρα μαρμαρει μαρμαρει αμαρταμαρει απεωρνομ φεκο̣μφθω βαιεψων σ̣αθ̣σαθιε̣α̣ωββαιφ̣ρι ἵνα καταδήσῃς τοὺς ἵππους τοῦ οὐενέτου καὶ τοῦ συνζύγου αὐτοῦ πρασίνου εους σ̣ο̣ι̣ σεσημειωμένα ἐν τοῖς θαλασσίοις ὀστράκοις παρακατατέθηκα ἐν τούτῳ τῷ σκεύει, Οὐιττᾶτον Δηρεισῶρε Οὐικτῶρε Ἀρμένιον Νίμβον Τύριον Ἀμ̣ο̣͂ρ̣ε̣ {Ἀμῶρε} Πραικλ̣ᾶρον τὸν καὶ Τετραπλ̣ὰ Οὐιρεῖλε Παρᾶτον, Οὐικτῶρε Ἰμβουτρίουμ Φονεῖκε Λίκον καὶ τοῦ συνζύγου αὐτοῦ πρασίνου Δαρεῖον Ἄγιλε Κουπείδινε Πουγιῶνε Πρετιῶσον Προυνικὸν Δάρδανον Εἴναχον Φλόριδον Πάρδον Σερουᾶτον Φούλγιδον Οὐικτῶρε Προφίκιον· κατάδησον {αὐτοῖς δρόμον πόδας νείκην ὁρμὴν ψυχὴν ταχύτη}{τα ἔκκοψον ἐκνεύρωσον ἐξάρθρωσον αὐτοὺς ἵνα} {δησον} αὐτοῖς τὸν δρόμον τὴν δύναμιν τὴν ψυχὴν τὴν ὁρμὴν τὴν ταχύτητα, ἄφελε αὐτῶν τὴν νείκην, ἐμπόδισον αὐτοῖς τοὺς πόδας, ἔκκοψον ἐκνεύρωσον ἐξάρθρωσον αὐτοὺς ἵνα μὴ δυνασθῶσιν τῇ αὔριον ἡμέρᾳ ἐλθόντες ἐν τῷ ἱπποδρόμῳ μήτε τρέχειν μήτε περιπατεῖν μήτε νεικῆσαι μηδὲ ἐξελθεῖν τοὺς πυλῶνας τῶν ἱππαφίων μήτε προβαίνειν τὴν ἀρίαν μήτε τὸν σπάτιον μηδὲ κυκλεῦσαι τοὺς καμπτῆρας, ἀλλὰ πεσέτωσαν σὺν τοῖς ἰδίοις ἡνιόχοις, Διονυσίῳ τοῦ οὐενέτου καὶ Λαμυρῷ καὶ Ῥεστουτιάνῳ καὶ τοῦ συνζύγου αὐτοῦ πρασίνου Πρώτῳ καὶ Φηλεῖκε καὶ Ναρκίσσῳ ἀνάγ̣καν αρε—αανκ αμαει μεσαγρα μεσακτω ασβυρ ὀρεοβαβζαγρα μασκελλει φνουκενταβαωθ σαμφορνο̣ βεουουβεου· κατάδησον τοὺς ἵππους τοῦ οὐενέτου ὧν τὰ ὀνόματά σοι σεσημειωμένα ἐν τούτῳ τῷ σκεύει ἐν ὀστράκοις θαλασσίοις παρακατατέθηκα, Οὐιττᾶτον Δηρεισῶρε Οὐικτῶρε Ἀρμένιον Νίμβον Τύριον Ἀμο͂ρε Πραικλᾶρον τὸν καὶ Τετραπλὰ Οὐιρεῖλε Παρᾶτον Οὐικτῶρε Ἰμ̣β̣ο̣υτρίουμ Φονεῖκε Λίκον καὶ τοῦ συνζύγου αὐτοῦ πρασίνου Δαρεῖον Ἄγιλε Κουπείδινε Πουγιῶνε Πρετιῶσον Προυνικὸν Δάρδανον Εἴναχον Φλό̣ριδον Πάρδον Σερουᾶτον Φούλγιδον· κατάδησον αὐτοῖς δρόμον πόδας νείκην ὁρμὴν ψυχὴν ταχύτητα, ἔκκοψον ἐκνεύρωσον ἐξάρθρωσον αὐτοὺς ἵνα μὴ δυνασθῶσιν τῇ αὔριον ἡμέρᾳ ἐν τῷ ἱπποδρόμῳ μήτε τρέχειν, μήτε περιπατεῖν, μήτε νεικῆσαι μηδὲ ἐξελθεῖν τοὺς πυλῶνας τῶν ἱππαφίων μηδὲ κυκλεῦσαι το{υ}ὺς {τοὺς} καμπτῆρας, ἀλλὰ πεσέτωσαν σὺν τοῖς ἰδίοις ἡνιόχοις, Διονυσίῳ τοῦ οὐενέτου καὶ Λαμυρῷ καὶ Ῥεστουτιάνῳ καὶ τοῦ συνζύγου αὐτοῦ πρασίνου Πρώτῳ καὶ Φηλεῖκε καὶ Ναρκίσσῳ· κατάδησον αὐτοῖς τὰς χεῖρας, ἄφελε αὐτῶν τὴν νείκην, τὸν ἀπόβασιν καὶ τὴν ὅρασιν ἵνα μὴ δυνασθῶσιν βλέπειν τοὺς ἰδίους ἀντιπάλους ἡνιοχοῦντες, ἀλλὰ μᾶλλον ἅρπασον αὐτοὺς ἐκ τῶν ἰδίων ἁρμάτων καὶ στρέψον ἐπὶ τὴν γῆν ἵνα πεσέτωσαν ἐμ παντὶ τόπῳ τοῦ ἱπποδρόμου συρόμενοι, μάλιστα δὲ ἐν τοῖς καμπτῆρσιν, σὺν τοῖς ἰδίοις ἵπποις· ἤδη ἤδη, ταχὺ ταχὺ ταχέως
Textual source
PHI Greek Inscriptions (adapted by V. Gasparini)
Language
Greek
Number of deities
1
Onomastic attribute 1
Terminus post quem
101
Terminus ante quem
300
Location
Topographic context
Bir-el-Djebbana necropolis
Place of conservation
Bardo Museum
Support
Defixio
Size (cm)
9.3 x 7.5 x ?
Material
Lead
Further bibliography
Audollent 234
Last update
2022/05/04