5719 - Defixio from Carthago - Carthage

Description

[ὁ]ρ[κ]ίζω σε ὅστις ποτ’ οὖν ε[ἶ, ν]εκ[υδ]αίμ[ων] ἄ[ω]ρε, κα/τ[ὰ] το̣ῦ̣ θ[εοῦ καὶ τῶ(?)]ν ὄντων ἐν̣ α̣[υδυν]ασ[οι] πα[ρακ․οαινα․] / [---]υαγηαθεα [σιμουε]βουαρρ[η] εκ̣αρωφασι ε[υ]ν̣υ̣θ̣κ̣α̣ / σε[υρωαι ηχ]μα[σ]ιρουχ̣τα[---]ε[---]αθελ̣χ̣τ̣α̣σνε[---]συ̣εκ̣[---]. / κατάδησον...

Code

5719

Title

5719 - Defixio from Carthago - Carthage

Text of the inscription

[ὁ]ρ[κ]ίζω σε ὅστις ποτ’ οὖν ε[ἶ, ν]εκ[υδ]αίμ[ων] ἄ[ω]ρε, κα/τ[ὰ] το̣ῦ̣ θ[εοῦ καὶ τῶ(?)]ν ὄντων ἐν̣ α̣[υδυν]ασ[οι] πα[ρακ․οαινα․] / [---]υαγηαθεα [σιμουε]βουαρρ[η] εκ̣αρωφασι ε[υ]ν̣υ̣θ̣κ̣α̣ / σε[υρωαι ηχ]μα[σ]ιρουχ̣τα[---]ε[---]αθελ̣χ̣τ̣α̣σνε[---]συ̣εκ̣[---]. / κατάδησον τοὺς ἵππ[ους τοῦ(?) ῥοσέου καὶ τοῦ] / [ἀλ]β[ο]ῦ ὧν τὰ [ὀνόμ]ατά σοι κατ[ατ]έ[θηκα, ---] / [---] Ἐρυθραῖον Ἀρβοῦστον Παρᾶτον Παράσ{σ}ιτον {Παράσιτον} / Π̣ρ̣[---]ε Οὐαλέντε [---]α[---] Ἀ̣[μα]τ[ῶ]ρε [---]με[---] Ἰνδ[ό]/μιτον· [κατάδησον αὐτοῖς τὴν ψυχὴν] τὸ/[ν] δρ[ό]μον τ[ὴ]ν δύναμιν [τ]ὴν ὁρμ[ὴν τὴ]ν [τα]χύτ[ητ]α, ἄφελ/ε αὐτῶν τὴν νείκην, ἐμπόδισον αὐτοῖς τοὺς / πόδας, ἔκκοψ[ον ἐ]κνεύρ[ω]σ[ον ἐ]ξά[ρθρωσον αὐτοὺς ἵ]να μὴ [δυ]/[νασθῶσιν τῇ] αὔριον ἡμέρᾳ ἐλθόντες ἐν τῷ / [ἱπποδρόμῳ μήτ]ε τρέχειν μήτε πε[ρι]πατεῖν μήτε νεικ/ῆσαι μηδὲ ἐξελθεῖν τοὺς πυλῶνας τ[ῶ]ν / ἱππαφίων μή[τε] προβα[ί]ν[ειν τ]ὴ[ν] ἀ[ρί]αν μήτε τὸν [σ]/[πάτιον] μηδὲ κυκλεῦσαι τοὺς καμπτῆ/ρας, ἀλ[λὰ] π[εσ]έτωσ[αν σὺν τοῖς ἰδίοις ἡνιόχο]ις, / Διονυσίῳ τοῦ ἀλβοῦ καὶ Σο̣υ̣περστιά/νῳ· ἐπιτάσσουσιν γάρ σοι [---]α ὠρεο̣βα[ζαγ]/[ρ]α αλαβαθ βαρ̣β̣α̣σ̣ρ̣ο̣[---]ν. / κα[τ]άδ[ησον τοὺς ἵππους τοῦ ῥοσέου(?) κ]α[ὶ το]ῦ ἀλβοῦ ὧ/ν τὰ ὀνόματά σοι κατατέθηκα, Λυν/καῖον Ρ[---]α[---]αργαρ̣ε[---]αουδ[---]ιον Ἐρυθρα/ῖ̣ον Ἀρβοῦστον Παρᾶτον Παρ/[ά]σιτον Ατ̣ε̣[---]ρ̣[---]ν[---]ν Οὐαλ/έντε Κόρινθον Τεμεράριο/ν Ἰνδ[ό]μι[τ]ον· κατάδ[ησ]ον αὐτοῖς δρό/μον πόδας νείκην ὁρμ/ὴν ψυχὴν ταχύτητα ἵνα μὴ δυνα/σθῶσιν τῇ αὔριον ἡμέ/ρᾳ ἐ[λ]θ[ό]ντες ἐν τῷ ἱπποδρόμῳ μ/ήτε τρέχειν μήτε περ/ιπατεῖν μήτε νεικῆσαι μ/ηδὲ κυκλεῦσαι τοὺς / καμπτῆρας, ἀλλ[ὰ] πεσέτωσα/ν σὺν τοῖς ἰδίοις ἡ/νι[ό]χοις, Διονυσίῳ καὶ Σου/περστιάνῳ· κα/τάδησον αὐτ[ο]ῖς τὰς χε[ῖ]/ρας, ἄφελε αὐ/τῶν τὴν νείκην τὴν / ἀπόβασιν κα/ὶ τὴν ὅρασι[ν] ἵνα μὴ / δυνασθῶ/σιν βλέπειν τοὺς / ἰδίους ἀν/τιπάλους ἡνιοχο/ῦντες, / ἀλλὰ μᾶλλον / [π]εσέ/τωσαν σὺν / τοῖς / ἰδί[ο]ις ἵπποις· / [ἤ]δη, ταχύ.

Alternative text

ὁρκίζω σε ὅστις ποτ’ οὖν εἶ, νεκυδαίμων ἄωρε, κατὰ το̣ῦ̣ θεοῦ καὶ τῶ?ν ὄντων ἐν̣ α̣υδυνασοι παρακ․οαινα․ υαγηαθεα σιμουεβουαρρη εκ̣αρωφασι ευν̣υ̣θ̣κ̣α̣ σευρωαι ηχμασιρουχ̣ταεαθελ̣χ̣τ̣α̣σνεσυ̣εκ̣. κατάδησον τοὺς ἵππους τοῦ ῥοσέου καὶ τοῦ ἀλβοῦ ὧν τὰ ὀνόματά σοι κατατέθηκα, Ἐρυθραῖον Ἀρβοῦστον Παρᾶτον Παράσιτον Π̣ρ̣ε Οὐαλέντε α Ἀ̣ματῶρε με Ἰνδόμιτον· κατάδησον αὐτοῖς τὴν ψυχὴν τὸν δρόμον τὴν δύναμιν τὴν ὁρμὴν τὴν ταχύτητα, ἄφελε αὐτῶν τὴν νείκην, ἐμπόδισον αὐτοῖς τοὺς πόδας, ἔκκοψον ἐκνεύρωσον ἐξάρθρωσον αὐτοὺς ἵνα μὴ δυνασθῶσιν τῇ αὔριον ἡμέρᾳ ἐλθόντες ἐν τῷ ἱπποδρόμῳ μήτε τρέχειν μήτε περιπατεῖν μήτε νεικῆσαι μηδὲ ἐξελθεῖν τοὺς πυλῶνας τῶν ἱππαφίων μήτε προβαίνειν τὴν ἀρίαν μήτε τὸν σπάτιον μηδὲ κυκλεῦσαι τοὺς καμπτῆρας, ἀλλὰ πεσέτωσαν σὺν τοῖς ἰδίοις ἡνιόχοις, Διονυσίῳ τοῦ ἀλβοῦ καὶ Σο̣υ̣περστιάνῳ· ἐπιτάσσουσιν γάρ σοι α ὠρεο̣βαζαγρα αλαβαθ βαρ̣β̣α̣σ̣ρ̣ο̣ν. κατάδησον τοὺς ἵππους τοῦ ῥοσέου? καὶ τοῦ ἀλβοῦ ὧν τὰ ὀνόματά σοι κατατέθηκα, Λυνκαῖον Ρααργαρ̣εαουδιον Ἐρυθραῖ̣ον Ἀρβοῦστον Παρᾶτον Παράσιτον Ατ̣ε̣ρ̣νν Οὐαλέντε Κόρινθον Τεμεράριον Ἰνδόμιτον· κατάδησον αὐτοῖς δρόμον πόδας νείκην ὁρμὴν ψυχὴν ταχύτητα ἵνα μὴ δυνασθῶσιν τῇ αὔριον ἡμέρᾳ ἐλθόντες ἐν τῷ ἱπποδρόμῳ μήτε τρέχειν μήτε περιπατεῖν μήτε νεικῆσαι μηδὲ κυκλεῦσαι τοὺς καμπτῆρας, ἀλλὰ πεσέτωσαν σὺν τοῖς ἰδίοις ἡνιόχοις, Διονυσίῳ καὶ Σουπερστιάνῳ· κατάδησον αὐτοῖς τὰς χεῖρας, ἄφελε αὐτῶν τὴν νείκην τὴν ἀπόβασιν καὶ τὴν ὅρασιν ἵνα μὴ δυνασθῶσιν βλέπειν τοὺς ἰδίους ἀντιπάλους ἡνιοχοῦντες, ἀλλὰ μᾶλλον πεσέτωσαν σὺν τοῖς ἰδίοις ἵπποις· ἤδη, ταχύ.

Textual source

PHI Greek Inscriptions (adapted by V. Gasparini)

Language

Greek

Number of deities

1

Terminus post quem

101

Terminus ante quem

300

Topographic context

Bir-el-Djebbana necropolis

Place of conservation

Bardo Museum

Support

Defixio

Size (cm)

7.8 x 6 x ?

Material

Lead

Further bibliography

Audollent 235

Last update

2022/05/04

Item sets