5720 - Defixio from Carthago - Carthage

Description

ἐξορκίζω σε, νεκυδαίμ[ων] ἄωρε, ὅστις ποτ’ οὖν εἶ, κατὰ τῶν κραταίων / ὀνομάτων σαλβαθβαλ αυθγερωταβαλ βασυθατεω α[λεω σαμα]/[βηθωρ, κ]ατάδησον τοὺς ἵππους ὧν τὰ ὀνόματά σοι καὶ τὰς / [ε]ἰδαίας ἐν τούτῳ τῷ σκεύει παρακατατίθημε, ῥόσεο̣ν̣...

Code

5720

Title

5720 - Defixio from Carthago - Carthage

Text of the inscription

ἐξορκίζω σε, νεκυδαίμ[ων] ἄωρε, ὅστις ποτ’ οὖν εἶ, κατὰ τῶν κραταίων / ὀνομάτων σαλβαθβαλ αυθγερωταβαλ βασυθατεω α[λεω σαμα]/[βηθωρ, κ]ατάδησον τοὺς ἵππους ὧν τὰ ὀνόματά σοι καὶ τὰς / [ε]ἰδαίας ἐν τούτῳ τῷ σκεύει παρακατατίθημε, ῥόσεο̣ν̣ Σιλουανὸν / Σερουᾶτον Λοῦε Ζέφυρον Βλάνδον Ἰμβραῖον Δεί[ο]υιτε Μάρισκον / Ῥάπιδον Ὀριέντε Ἀρβοῦστον, τῶν οὐενετιανῶν Ἡμ[ινέντε Δίγνον] / [Λην]ῶνε Παίζοντε Χρύσασπιν Ἀρ[γ]οῦτον Δηρεισῶρε / Φρουγίφερον Εὐφράτην Σάνκτον Αἰθίοπε Πραικλᾶρον· κα/τάδησον αὐτοῖς τὸν δρόμον τὴν δύναμιν τὴν ψυχὴν τ/ὴν ὁρμὴν τὴν ταχύτητα, ἄφελε αὐτῶν τὴν νείκ[ην, ἐμπόδισ]/ον αὐτοῖς τοὺς πόδας, ἔκκοψον ἐκνεύρωσον / αὐτοὺς ἵνα μὴ δυνασθῶσιν τῇ αὔριον ἡμέρᾳ ἐν τ/ῷ ἱπποδρόμῳ μηδὲ τρέχειν μηδὲ περιπατεῖν μηδ/ὲ νεικῆσαι μηδὲ ἐξελθεῖν τοὺς πυλῶνας τῶν [ἱπ]/[παφ]ίων μήτε προβαίνειν τὴν ἀρίαν μήτε τὸν / σπάτιον, ἀλλὰ πεσέτωσαν σὺν τοῖς ἰδίοις ἡνιόχοις, / Εὐπρέπητε τὸ[ν] Τελεσφόρου τὸν καὶ Γέντιον καὶ / Φηλεῖκε καὶ Διονύσιον τὸν ἀποδάκνοντα καὶ λα/μυρόν· ἐπιτάσσουσιν γάρ σοι αμυηκαρπτιρ ερ/χονσοι ραζααβυα δρυενεφισι νοινισθεργα / βηφυρωρβηθ· κατάδησον τοὺς ἵππους ὧν τὰ ὀνόμ/ατά σοι καὶ τὰς εἰδαίας παρακατατέθηκα / ἐν τούτῳ τῷ σκεύει, ῥόσεον Σιλουανὸν Σερ/ουᾶτον [Λ]οῦε Ζέφυρον Βλάνδον Ἰμβραῖ/ον Δείουιτε Μάρισκον Ῥάπιδον Ὀριέντε Ἀρβο/ῦστον καὶ τῶν οὐενετιανῶν Ἡμιν[έ]ν/τε Δίγνον Ληνῶνε Παίζοντε Χρύσασπιν / Ἀργοῦτον Δηρεισῶρε Φρουγίφερον Εὐφ/ράτην Σάνκτον Αἰθίοπε Πραικλᾶρον· κατά/δησον αὐτοῖς τὸν δρόμον τὴν δύνα/μιν τὴν ψυχὴν τὴν ὁρμὴν τὴν ταχύτη/τα, ἄφελε αὐτῶν τὴν νείκην, ἐμπ/όδισον αὐτοῖς τοὺς πόδας, ἔκκοψον ἐ/κνεύρωσον αὐτοὺς ἵνα μὴ δυνασθῶ/σιν τῇ αὔριον ἡμέρᾳ ἐν τῷ ἱπποδρόμ/ῳ μηδὲ τρέχειν μηδὲ περιπατ/εῖν μηδὲ νεικῆσαι μηδὲ ἐξελ/θεῖν τοὺς πυλῶνας τῶν ἱππα/φίων, μήτε προβαίνειν τὴν ἀ/ρίαν μήτε κυκλεῦσαι τοὺς καμ/πτῆρας, ἀλλὰ πεσέτωσαν σὺν / τοῖς ἰδίοις ἡνιόχοις, Εὐπρέ/πητε τὸ[ν] Τελεσφόρου Γέντιον / καὶ Φηλεῖκε καὶ Διονύσιον τὸ/ν ἀποδάκνοντα καὶ λαμυρόν· / κατάδησον αὐτοῖς τὰς χεῖ/ρας, ἄφελε αὐτῶν τὴν ν/είκην τὸν ἀπόβασιν καὶ / τὴν ὅρασιν ἵνα μὴ δυνασ/θῶσιν βλέπειν τοὺ/ς ἰδίους ἀντιπάλους / ἡνιοχοῦντες, ἀλλὰ / μᾶλλον ἅρπασον αὐ/τοὺς ἐκ τῶν ἰδίων / ἁρμάτων καὶ στ/ρέψον ἐπὶ τὴν γ/ῆν ἵνα πεσέτω/σαν μόνοι ἐμ / παντὶ τόπῳ τοῦ / ἱπποδρόμο/υ συρόμενοι, / μάλιστα δ/ὲ ἐν τοῖς καμ/πτῆρσιν, / μετὰ βλά/βης τοῦ / σώματο/ς, σὺν / τοῖς ἵππ/οις οὓς / ἐλαύν/ου/σιν· ἤδη, / τα/[χ]ύ

Alternative text

ἐξορκίζω σε, νεκυδαίμων ἄωρε, ὅστις ποτ’ οὖν εἶ, κατὰ τῶν κραταίων ὀνομάτων σαλβαθβαλ αυθγερωταβαλ βασυθατεω αλεω σαμαβηθωρ, κατάδησον τοὺς ἵππους ὧν τὰ ὀνόματά σοι καὶ τὰς εἰδαίας ἐν τούτῳ τῷ σκεύει παρακατατίθημε, ῥόσεο̣ν̣ Σιλουανὸν Σερουᾶτον Λοῦε Ζέφυρον Βλάνδον Ἰμβραῖον Δείουιτε Μάρισκον Ῥάπιδον Ὀριέντε Ἀρβοῦστον, τῶν οὐενετιανῶν Ἡμινέντε Δίγνον Ληνῶνε Παίζοντε Χρύσασπιν Ἀργοῦτον Δηρεισῶρε Φρουγίφερον Εὐφράτην Σάνκτον Αἰθίοπε Πραικλᾶρον· κατάδησον αὐτοῖς τὸν δρόμον τὴν δύναμιν τὴν ψυχὴν τὴν ὁρμὴν τὴν ταχύτητα, ἄφελε αὐτῶν τὴν νείκην, ἐμπόδισον αὐτοῖς τοὺς πόδας, ἔκκοψον ἐκνεύρωσον αὐτοὺς ἵνα μὴ δυνασθῶσιν τῇ αὔριον ἡμέρᾳ ἐν τῷ ἱπποδρόμῳ μηδὲ τρέχειν μηδὲ περιπατεῖν μηδὲ νεικῆσαι μηδὲ ἐξελθεῖν τοὺς πυλῶνας τῶν ἱππαφίων μήτε προβαίνειν τὴν ἀρίαν μήτε τὸν σπάτιον, ἀλλὰ πεσέτωσαν σὺν τοῖς ἰδίοις ἡνιόχοις, Εὐπρέπητε τὸν Τελεσφόρου τὸν καὶ Γέντιον καὶ Φηλεῖκε καὶ Διονύσιον τὸν ἀποδάκνοντα καὶ λαμυρόν· ἐπιτάσσουσιν γάρ σοι αμυηκαρπτιρ ερχονσοι ραζααβυα δρυενεφισι νοινισθεργα βηφυρωρβηθ· κατάδησον τοὺς ἵππους ὧν τὰ ὀνόματά σοι καὶ τὰς εἰδαίας παρακατατέθηκα ἐν τούτῳ τῷ σκεύει, ῥόσεον Σιλουανὸν Σερουᾶτον Λοῦε Ζέφυρον Βλάνδον Ἰμβραῖον Δείουιτε Μάρισκον Ῥάπιδον Ὀριέντε Ἀρβοῦστον καὶ τῶν οὐενετιανῶν Ἡμινέντε Δίγνον Ληνῶνε Παίζοντε Χρύσασπιν Ἀργοῦτον Δηρεισῶρε Φρουγίφερον Εὐφράτην Σάνκτον Αἰθίοπε Πραικλᾶρον· κατάδησον αὐτοῖς τὸν δρόμον τὴν δύναμιν τὴν ψυχὴν τὴν ὁρμὴν τὴν ταχύτητα, ἄφελε αὐτῶν τὴν νείκην, ἐμπόδισον αὐτοῖς τοὺς πόδας, ἔκκοψον ἐκνεύρωσον αὐτοὺς ἵνα μὴ δυνασθῶσιν τῇ αὔριον ἡμέρᾳ ἐν τῷ ἱπποδρόμῳ μηδὲ τρέχειν μηδὲ περιπατεῖν μηδὲ νεικῆσαι μηδὲ ἐξελθεῖν τοὺς πυλῶνας τῶν ἱππαφίων, μήτε προβαίνειν τὴν ἀρίαν μήτε κυκλεῦσαι τοὺς καμπτῆρας, ἀλλὰ πεσέτωσαν σὺν τοῖς ἰδίοις ἡνιόχοις, Εὐπρέπητε τὸν Τελεσφόρου Γέντιον καὶ Φηλεῖκε καὶ Διονύσιον τὸν ἀποδάκνοντα καὶ λαμυρόν· κατάδησον αὐτοῖς τὰς χεῖρας, ἄφελε αὐτῶν τὴν νείκην τὸν ἀπόβασιν καὶ τὴν ὅρασιν ἵνα μὴ δυνασθῶσιν βλέπειν τοὺς ἰδίους ἀντιπάλους ἡνιοχοῦντες, ἀλλὰ μᾶλλον ἅρπασον αὐτοὺς ἐκ τῶν ἰδίων ἁρμάτων καὶ στρέψον ἐπὶ τὴν γῆν ἵνα πεσέτωσαν μόνοι ἐμ παντὶ τόπῳ τοῦ ἱπποδρόμου συρόμενοι, μάλιστα δὲ ἐν τοῖς καμπτῆρσιν, μετὰ βλάβης τοῦ σώματος, σὺν τοῖς ἵπποις οὓς ἐλαύνουσιν· ἤδη, ταχύ

Textual source

PHI Greek Inscriptions (adapted by V. Gasparini)

Language

Greek

Number of deities

1

Onomastic attribute 1

Terminus post quem

101

Terminus ante quem

300

Topographic context

Bir-el-Djebbana necropolis

Place of conservation

Bardo Museum

Support

Defixio

Size (cm)

7.7 x 7.7 x ?

Material

Lead

CIL

VIII 12508

Further bibliography

IGRR I 942; Audollent 237

Last update

2022/05/04

Item sets