5721 - Defixio from Carthago - Carthage

Description

[ὁρκίζω σε ὅστις ποτ’] οὖν εἶ, νε[κ]υδαίμων ἄω[ρ]ε, κατὰ τῶν [κραταί]/[ων ὀν]ομάτων [---]ινσυδυνασοι παρακ[---]ο̣αινα αγ̣ηαθεα σιμου/εβυαρρη καρωφασι ουνηθκα σευρωαι ηχμασιρουλ[---] / [---]α[---]εββο[---]ρ ιαω ιαηομψονπα· [κατάδησον τοὺς ἵπ]/[πους τοῦ π]ρασίνου...

Code

5721

Title

5721 - Defixio from Carthago - Carthage

Text of the inscription

[ὁρκίζω σε ὅστις ποτ’] οὖν εἶ, νε[κ]υδαίμων ἄω[ρ]ε, κατὰ τῶν [κραταί]/[ων ὀν]ομάτων [---]ινσυδυνασοι παρακ[---]ο̣αινα αγ̣ηαθεα σιμου/εβυαρρη καρωφασι ουνηθκα σευρωαι ηχμασιρουλ[---] / [---]α[---]εββο[---]ρ ιαω ιαηομψονπα· [κατάδησον τοὺς ἵπ]/[πους τοῦ π]ρασίνου ὧν τὰ ὀνόματά σοι παρακατατίθημ[ι], / [Δαρεῖο]ν Ἄγιλε Πάρδον Πουγιῶνε Δάρδανον Εἴναχον Πρετιῶ/σον Προυνικὸν Νίμβον Μαῦρον Οὐικτῶρε Πρωφίκ[ιον Αἴγυπτον] / [Τινγειτᾶ]νον· κατάδησον αὐτοῖς τὸν δρόμον τ[ὴν δύναμιν] / [τὴν ψυχὴ]ν τὴν ὁρμὴν <τὴν> ταχύτητα, ἄφελε αὐτῶν τὴν / νείκην, ἐμπόδισον αὐτοῖς τοὺς πόδας, ἔκκοψον ἐκνεύρωσον / ἐξάρθρωσον αὐτοὺς ἵνα μὴ δυνασθῶσιν τῇ αὔρ[ιον ἡμέρᾳ] / [ἐλθόντες ἐ]ν τῷ ἱπποδρόμῳ μήτε τρέχειν μή[τε περιπατεῖν] / [μήτ]ε νεικῆσαι μηδὲ ἐξελθεῖν τοὺς πυλῶνας τῶν / ἱππαφίων μήτε προβαίνειν τὴν ἀρίαν μήτε / τὸν σπάτιον μηδὲ κυκλεῦσαι τοὺς καμπτῆ[ρας, ἀλλὰ] / [πεσέτωσ]αν σὺν τοῖς ἰδίοις ἡνιόχοις Πρ[ώτῳ] / [καὶ Φηλεῖκε κ]αὶ Ναρκίσσῳ· ἐπιτάσσουσι γάρ σοι αβλα[θανα(?)]/λαβας καὶ ανχρεφρονεφιφουβιν· κατάδησον τοὺς / ἵππους τοῦ πρασίνου ὧν τὰ ὀνόματά [σοι παρα]/[κατατέ]θηκα Δαρεῖον Ἄγιλε Πάρδον Π[ουγιῶνε] / [Δάρδα]νον Εἴναχον Πρετιῶσον Προυνικὸν / Νίμβον Μαῦρον Οὐικτῶρε Πρωφίκιον Αἴγυπτον / Τινγει̣τ̣ᾶνον· κατάδησον αὐτοῖς δρόμον [πόδ]/[ας νε]ίκην ὁρμὴν ψυχὴν ταχύτητα, ἔκκ[οψον] / ἐκνεύρωσον ἐξάρθρωσον αὐτοὺς ἵνα μὴ / δυνασθῶσιν τῇ αὔριον ἡμέρᾳ ἐν τῷ ἱπποδ/ρόμῳ μήτε τρέχειν μήτε περιπατε[ῖν μή]/[τε] νεικῆσαι μηδὲ ἐξελθεῖν τοὺς [πυλ]ῶν/ας τῶν ἱππαφίων μήτε προβαίνει/ν τὴν ἀρίαν μήτε τὸν σπάτιον μη/δὲ κυκλεῦσαι τοὺς καμπτῆρας, ἀλλὰ / [π]εσέτωσαν σὺν τοῖς ἰδίοις ἡνι/όχοις, Π[ρώτῳ] καὶ Φηλεῖκε καὶ Ναρκίσσ/ῳ· κατάδησον αὐτοῖς τὰς χεῖρας, ἐ/ντύλ[ι]ξον αὐτῶν τοὺς μάστειγας / εἰς τὰς ἡνίας, ἄφελε αὐτῶν τὴ[ν νεί]/[κην] τὸν ἀπόβασιν καὶ τὴν ὅρασιν / ἵνα μὴ δυνασθῶσιν βλέπειν τοὺς / ἰδίους ἀντιπάλους ἡνιοχοῦν/τες, ἀλλὰ μᾶλλον ἅρπασον αὐ/τοὺς ἐκ τῶν ἰδίων ἁρμάτων / καὶ στρέψον ἐπὶ τὴν γῆν ἵνα / πεσέτωσαν παντὶ τόπῳ τοῦ / ἱπποδρόμου, μάλιστα δὲ ἐν τοῖς / καμπτῆρσιν, σὺν τοῖς ἰδίο/ις ἵπποις, μετὰ βλάβης τοῦ / σώματος καὶ σκελῶν / κατάγματος· ἤδη ἤδη [ἤ]/δη, ταχὺ ταχὺ ταχέως, / κατάδησον κατάδησον / κατάδησον αὐτούς

Alternative text

ὁρκίζω σε ὅστις ποτ’ οὖν εἶ, νεκυδαίμων ἄωρε, κατὰ τῶν κραταίων ὀνομάτων ινσυδυνασοι παρακο̣αινα αγ̣ηαθεα σιμουεβυαρρη καρωφασι ουνηθκα σευρωαι ηχμασιρουλ αεββορ ιαω ιαηομψονπα· κατάδησον τοὺς ἵππους τοῦ πρασίνου ὧν τὰ ὀνόματά σοι παρακατατίθημι, Δαρεῖον Ἄγιλε Πάρδον Πουγιῶνε Δάρδανον Εἴναχον Πρετιῶσον Προυνικὸν Νίμβον Μαῦρον Οὐικτῶρε Πρωφίκιον Αἴγυπτον Τινγειτᾶνον· κατάδησον αὐτοῖς τὸν δρόμον τὴν δύναμιν τὴν ψυχὴν τὴν ὁρμὴν τὴν ταχύτητα, ἄφελε αὐτῶν τὴν νείκην, ἐμπόδισον αὐτοῖς τοὺς πόδας, ἔκκοψον ἐκνεύρωσον ἐξάρθρωσον αὐτοὺς ἵνα μὴ δυνασθῶσιν τῇ αὔριον ἡμέρᾳ ἐλθόντες ἐν τῷ ἱπποδρόμῳ μήτε τρέχειν μήτε περιπατεῖν μήτε νεικῆσαι μηδὲ ἐξελθεῖν τοὺς πυλῶνας τῶν ἱππαφίων μήτε προβαίνειν τὴν ἀρίαν μήτε τὸν σπάτιον μηδὲ κυκλεῦσαι τοὺς καμπτῆρας, ἀλλὰ πεσέτωσαν σὺν τοῖς ἰδίοις ἡνιόχοις Πρώτῳ καὶ Φηλεῖκε καὶ Ναρκίσσῳ· ἐπιτάσσουσι γάρ σοι αβλαθανα?λαβας καὶ ανχρεφρονεφιφουβιν· κατάδησον τοὺς ἵππους τοῦ πρασίνου ὧν τὰ ὀνόματά σοι παρακατατέθηκα Δαρεῖον Ἄγιλε Πάρδον Πουγιῶνε Δάρδανον Εἴναχον Πρετιῶσον Προυνικὸν Νίμβον Μαῦρον Οὐικτῶρε Πρωφίκιον Αἴγυπτον Τινγει̣τ̣ᾶνον· κατάδησον αὐτοῖς δρόμον πόδας νείκην ὁρμὴν ψυχὴν ταχύτητα, ἔκκοψον ἐκνεύρωσον ἐξάρθρωσον αὐτοὺς ἵνα μὴ δυνασθῶσιν τῇ αὔριον ἡμέρᾳ ἐν τῷ ἱπποδρόμῳ μήτε τρέχειν μήτε περιπατεῖν μήτε νεικῆσαι μηδὲ ἐξελθεῖν τοὺς πυλῶνας τῶν ἱππαφίων μήτε προβαίνειν τὴν ἀρίαν μήτε τὸν σπάτιον μηδὲ κυκλεῦσαι τοὺς καμπτῆρας, ἀλλὰ πεσέτωσαν σὺν τοῖς ἰδίοις ἡνιόχοις, Πρώτῳ καὶ Φηλεῖκε καὶ Ναρκίσσῳ· κατάδησον αὐτοῖς τὰς χεῖρας, ἐντύλιξον αὐτῶν τοὺς μάστειγας εἰς τὰς ἡνίας, ἄφελε αὐτῶν τὴν νείκην τὸν ἀπόβασιν καὶ τὴν ὅρασιν ἵνα μὴ δυνασθῶσιν βλέπειν τοὺς ἰδίους ἀντιπάλους ἡνιοχοῦντες, ἀλλὰ μᾶλλον ἅρπασον αὐτοὺς ἐκ τῶν ἰδίων ἁρμάτων καὶ στρέψον ἐπὶ τὴν γῆν ἵνα πεσέτωσαν παντὶ τόπῳ τοῦ ἱπποδρόμου, μάλιστα δὲ ἐν τοῖς καμπτῆρσιν, σὺν τοῖς ἰδίοις ἵπποις, μετὰ βλάβης τοῦ σώματος καὶ σκελῶν κατάγματος· ἤδη ἤδη ἤδη, ταχὺ ταχὺ ταχέως, κατάδησον κατάδησον κατάδησον αὐτούς

Textual source

PHI Greek Inscriptions (adapted by V. Gasparini)

Language

Greek

Number of deities

1

Onomastic attribute 1

Terminus post quem

101

Terminus ante quem

300

Topographic context

Bir-el-Djebbana necropolis

Place of conservation

Bardo Museum

Support

Defixio

Size (cm)

7.9 x 7.4 x ?

Material

Lead

CIL

VIII 12509

Further bibliography

IGRR I 943; Audollent 239

Last update

2022/05/04

Item sets