5730 - Defixio from Hadrumetum - Sousse
Description
horcizo se daemonion pneumn to enthade cimenon to onomati to agio Αωθ / Αβ[α]ωθ, τὸν θεὸν τοῦ Αβρααν καὶ τὸν Ιαω τὸν τοῦ Ιακου, Ιαω / Αωθ Αβαωθ, θεὸν τοῦ Ισραμα, ἄκουσον τοῦ ὀνόματος ἐντείμου / καὶ φ[οβ]εροῦ καὶ μεγάλου, καὶ ἄξον αὐτὸν πρὸς τὴν / cae apelthe pros ton Orbanon hon ethecn Urbana,...
Code
5730
Title
5730 - Defixio from Hadrumetum - Sousse
Text of the inscription
horcizo se daemonion pneumn to enthade cimenon to onomati to agio Αωθ / Αβ[α]ωθ, τὸν θεὸν τοῦ Αβρααν καὶ τὸν Ιαω τὸν τοῦ Ιακου, Ιαω / Αωθ Αβαωθ, θεὸν τοῦ Ισραμα, ἄκουσον τοῦ ὀνόματος ἐντείμου / καὶ φ[οβ]εροῦ καὶ μεγάλου, καὶ ἄξον αὐτὸν πρὸς τὴν / cae apelthe pros ton Orbanon hon ethecn Urbana, / Δομιτιανήν, ἣν ἔτεκεν Κ[αν]διδά, ἐρῶντα μαινόμενον ἀγρυπνοῦν/τα ἐπὶ τῇ φιλίᾳ αὐτῆς καὶ ἐπιθυ[μ]ίᾳ καὶ δεόμενον αὐτῆς ἐπανελθεῖν / εἰς τὴν οἰκίαν αὐτοῦ σύμβιο[ν] γενέσθαι. ὁρκίζω σε τὸν μέγαν θεὸν / τὸν αἰώνιον καὶ ἐπαιώνιο[ν] καὶ παντοκράτορα τὸν ὑπεράνω τῶν / ὑπεράνω θεῶν· ὁρκίζω [σ]ε τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν θά/λασσαν· ὁρκίζω σε τὸν διαχωρίσαντα τοὺς εὐσεβεῖς· ὁρκίζω σε / τὸν διαστήσαντα τὴν ῥάβδον ἐν τῇ θαλάσσῃ, ἀγαγεῖν καὶ ζεῦξαι / τὸν Οὐρβανόν, ὃν ἔτεκεν Οὐρβανά, πρὸς τὴν Δομιτιανάν, ἣν ἔτεκεν / Κανδιδά, ἐρῶντα βασανιζόμενον ἀγρυπνοῦντα ἐπὶ τῇ ἐπιθυμίᾳ αὐ/τῆς καὶ ἔρωτι, ἵν’ αὐτὴν σύμβιον ἀπάγῃ εἰς τὴν οἰκίαν ἑαυτοῦ· ὁρκί/ζω σε τὸν ποιήσαντα τὴν ἡμίονον μὴ τεκεῖν· ὁρκίζω σε τὸν διορίσαν/τα τὸ φ[ῶς] ἀπὸ τοῦ σκότους· ὁρκίζω σε τὸν συντρείβοντα τὰς πέτρας· / ὁρκί[ζω] σε τὸν ἀπορήξαντα {ἀπορρήξαντα} τὰ ὄρη· ὁρκίζω σε τὸν συνστρέφοντα τὴν / γῆν ἐ[πὶ τ]ῶν θεμελίων αὐτῆς· ὁρκίζω σε τὸ ἅγιον ὄνομα ὃ οὐ λέγεται· ἐν / τῷ ι̣σ̣α[---]ῳ ὀνομάσω αὐτὸ καὶ οἱ δαίμονες ἐξεγερθῶσιν ἔκθαμβοι καὶ περί/φοβοι [γ]ενόμενοι, ἀγαγεῖν καὶ ζεῦξαι σύμβιον τὸν Οὐρβανόν, ὃν ἔτεκεν / Οὐρβανά, πρὸς τὴν Δομιτιανάν, ἣν ἔτεκεν Κανδιδά, ἐρῶντα καὶ δεόμε/νον αὐτῆς· ἤδη, ταχύ. ὁρκίζω σε τὸν φωστῆρα καὶ ἄστρα ἐν οὐρανῷ ποιή/σαντα διὰ φωνῆς προστάγματος, ὥστε φαίνειν πᾶσιν ἀνθρώποις· / ὁρκίζω σε τὸν συνσείσαντα πᾶσαν τὴν οἰκουμένην καὶ τὰ ὄρη / ἐκτραχηλίζοντα καὶ ἐκβρά[ζ]οντα, τὸν ποιοῦντα ἔκτρομον τὴν [γ]ῆ/ν ἅπασ<αν καὶ> καινίζοντα πάντας τοὺς κατοικο̣ῦντας· ὁρκίζω σε τὸν ποιή/σαντα σημεῖα ἐν οὐρανῷ κ[αὶ] ἐπὶ γῆς καὶ θαλάσσης, ἀγαγεῖν καὶ ζεῦξαι / σύμβιον τὸν Οὐρβανόν, ὃν ἔ[τ]εκεν Οὐρβανά, πρὸς τὴν Δομιτιανήν, ἣν / ἔτεκεν Κανδιδά, ἐρῶντα αὐτῆς καὶ ἀγρυπνοῦντα ἐπὶ τῇ ἐπιθυμίᾳ αὐ/τῆς, δεόμενον αὐτῆς καὶ ἐρωτῶντα αὐτὴν ἵνα ἐπανέλθῃ εἰς τὴν οἰκίαν / αὐτοῦ σύμβιο[ς] γενομένη· ὁρκίζω σε τὸν θεὸν τὸν μέγαν τὸν αἰώ/νιον καὶ παντοκράτορα, ὃν φοβεῖται ὄρη καὶ νάπαι καθ’ ὅλην τὴν οἰ/κουμένην, δι’ ὃν ὁ λείων ἀφείησιν τὸ ἅρπασμα καὶ τὰ ὄρη τρέμει / καὶ [ἡ γῆ] καὶ ἡ θάλασσα, ἕκαστον ἰδάλλεται ὃν ἔχει φόβον τοῦ Κυρίου / α[ἰ]ω[νίου] ἀθανάτου παντεφόπτου μεισοπονήρου ἐπισταμένου τὰ / γ[ενόμ]ενα ἀγαθὰ καὶ κακὰ καὶ κατὰ θάλασσαν καὶ ποταμοὺς καὶ τὰ ὄρη / καὶ [τὴν] γῆ[ν], Αωθ Αβαωθ, τὸν θεὸν τοῦ Αβρααν καὶ τὸν Ιαω τὸν τοῦ Ιακου, / Ιαω Αωθ Αβαωθ, θεὸν τοῦ Ισραμα, ἄξον ζεῦξον τὸν Οὐρβανόν, ὃν / ἔτεκεν Οὐρβα<νά>, πρὸς τὴν Δομιτιανάν, ἣν ἔτεκεν Κανδιδά, ἐρῶντα / μαι[ν]όμενον βασανιζόμενον ἐπὶ τῇ φιλίᾳ καὶ ἔρωτι καὶ ἐπιθυμίᾳ / τῆς Δομιτιανῆς, ἣν ἔτεκεν Κανδιδά, ζεῦξον αὐτοὺς γάμῳ καὶ / ἔρωτι συμβιοῦντας ὅλῳ τῷ τῆς ζωῆς αὐτῶν χρόνῳ, ποίησον αὐ/τὸν ὡς δοῦλον αὐτῇ ἐρῶντα ὑποτεταχθῆναι, μηδεμίαν ἄλλη[ν] / γυναῖκα μήτε παρθένον ἐπιθυμοῦντα, μόνην δὲ τὴν Δομιτια[νάν], / ἣν ἔτεκεν Κανδιδά, σύμβιον ἔχειν ὅλῳ τῷ τῆς ζωῆς αὐτῶ[ν χρόνῳ]· / ἤδη ἤδη, ταχὺ ταχύ. /
Alternative text
horcizo se daemonion pneumn to enthade cimenon to onomati to agio Αωθ Αβαωθ, τὸν θεὸν τοῦ Αβρααν καὶ τὸν Ιαω τὸν τοῦ Ιακου, Ιαω Αωθ Αβαωθ, θεὸν τοῦ Ισραμα, ἄκουσον τοῦ ὀνόματος ἐντείμου καὶ φοβεροῦ καὶ μεγάλου, καὶ ἄξον αὐτὸν πρὸς τὴν cae apelthe pros ton Orbanon hon ethecn Urbana, Δομιτιανήν, ἣν ἔτεκεν Κανδιδά, ἐρῶντα μαινόμενον ἀγρυπνοῦντα ἐπὶ τῇ φιλίᾳ αὐτῆς καὶ ἐπιθυμίᾳ καὶ δεόμενον αὐτῆς ἐπανελθεῖν εἰς τὴν οἰκίαν αὐτοῦ σύμβιον γενέσθαι. ὁρκίζω σε τὸν μέγαν θεὸν τὸν αἰώνιον καὶ ἐπαιώνιον καὶ παντοκράτορα τὸν ὑπεράνω τῶν ὑπεράνω θεῶν· ὁρκίζω σε τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν θάλασσαν· ὁρκίζω σε τὸν διαχωρίσαντα τοὺς εὐσεβεῖς· ὁρκίζω σε τὸν διαστήσαντα τὴν ῥάβδον ἐν τῇ θαλάσσῃ, ἀγαγεῖν καὶ ζεῦξαι τὸν Οὐρβανόν, ὃν ἔτεκεν Οὐρβανά, πρὸς τὴν Δομιτιανάν, ἣν ἔτεκεν Κανδιδά, ἐρῶντα βασανιζόμενον ἀγρυπνοῦντα ἐπὶ τῇ ἐπιθυμίᾳ αὐτῆς καὶ ἔρωτι, ἵν’ αὐτὴν σύμβιον ἀπάγῃ εἰς τὴν οἰκίαν ἑαυτοῦ· ὁρκίζω σε τὸν ποιήσαντα τὴν ἡμίονον μὴ τεκεῖν· ὁρκίζω σε τὸν διορίσαντα τὸ φῶς ἀπὸ τοῦ σκότους· ὁρκίζω σε τὸν συντρείβοντα τὰς πέτρας· ὁρκίζω σε τὸν ἀπορήξαντα {ἀπορρήξαντα} τὰ ὄρη· ὁρκίζω σε τὸν συνστρέφοντα τὴν γῆν ἐπὶ τῶν θεμελίων αὐτῆς· ὁρκίζω σε τὸ ἅγιον ὄνομα ὃ οὐ λέγεται· ἐν τῷ ι̣σ̣αῳ ὀνομάσω αὐτὸ καὶ οἱ δαίμονες ἐξεγερθῶσιν ἔκθαμβοι καὶ περίφοβοι γενόμενοι, ἀγαγεῖν καὶ ζεῦξαι σύμβιον τὸν Οὐρβανόν, ὃν ἔτεκεν Οὐρβανά, πρὸς τὴν Δομιτιανάν, ἣν ἔτεκεν Κανδιδά, ἐρῶντα καὶ δεόμενον αὐτῆς· ἤδη, ταχύ. ὁρκίζω σε τὸν φωστῆρα καὶ ἄστρα ἐν οὐρανῷ ποιήσαντα διὰ φωνῆς προστάγματος, ὥστε φαίνειν πᾶσιν ἀνθρώποις· ὁρκίζω σε τὸν συνσείσαντα πᾶσαν τὴν οἰκουμένην καὶ τὰ ὄρη ἐκτραχηλίζοντα καὶ ἐκβράζοντα, τὸν ποιοῦντα ἔκτρομον τὴν γῆν ἅπασαν καὶ καινίζοντα πάντας τοὺς κατοικο̣ῦντας· ὁρκίζω σε τὸν ποιήσαντα σημεῖα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς καὶ θαλάσσης, ἀγαγεῖν καὶ ζεῦξαι σύμβιον τὸν Οὐρβανόν, ὃν ἔτεκεν Οὐρβανά, πρὸς τὴν Δομιτιανήν, ἣν ἔτεκεν Κανδιδά, ἐρῶντα αὐτῆς καὶ ἀγρυπνοῦντα ἐπὶ τῇ ἐπιθυμίᾳ αὐτῆς, δεόμενον αὐτῆς καὶ ἐρωτῶντα αὐτὴν ἵνα ἐπανέλθῃ εἰς τὴν οἰκίαν αὐτοῦ σύμβιος γενομένη· ὁρκίζω σε τὸν θεὸν τὸν μέγαν τὸν αἰώνιον καὶ παντοκράτορα, ὃν φοβεῖται ὄρη καὶ νάπαι καθ’ ὅλην τὴν οἰκουμένην, δι’ ὃν ὁ λείων ἀφείησιν τὸ ἅρπασμα καὶ τὰ ὄρη τρέμει καὶ ἡ γῆ καὶ ἡ θάλασσα, ἕκαστον ἰδάλλεται ὃν ἔχει φόβον τοῦ Κυρίου αἰωνίου ἀθανάτου παντεφόπτου μεισοπονήρου ἐπισταμένου τὰ γενόμενα ἀγαθὰ καὶ κακὰ καὶ κατὰ θάλασσαν καὶ ποταμοὺς καὶ τὰ ὄρη καὶ τὴν γῆν, Αωθ Αβαωθ, τὸν θεὸν τοῦ Αβρααν καὶ τὸν Ιαω τὸν τοῦ Ιακου, Ιαω Αωθ Αβαωθ, θεὸν τοῦ Ισραμα, ἄξον ζεῦξον τὸν Οὐρβανόν, ὃν ἔτεκεν Οὐρβανά, πρὸς τὴν Δομιτιανάν, ἣν ἔτεκεν Κανδιδά, ἐρῶντα μαινόμενον βασανιζόμενον ἐπὶ τῇ φιλίᾳ καὶ ἔρωτι καὶ ἐπιθυμίᾳ τῆς Δομιτιανῆς, ἣν ἔτεκεν Κανδιδά, ζεῦξον αὐτοὺς γάμῳ καὶ ἔρωτι συμβιοῦντας ὅλῳ τῷ τῆς ζωῆς αὐτῶν χρόνῳ, ποίησον αὐτὸν ὡς δοῦλον αὐτῇ ἐρῶντα ὑποτεταχθῆναι, μηδεμίαν ἄλλην γυναῖκα μήτε παρθένον ἐπιθυμοῦντα, μόνην δὲ τὴν Δομιτιανάν, ἣν ἔτεκεν Κανδιδά, σύμβιον ἔχειν ὅλῳ τῷ τῆς ζωῆς αὐτῶν χρόνῳ· ἤδη ἤδη, ταχὺ ταχύ.
Textual source
PHI Greek Inscriptions (adapted by V. Gasparini)
Language
Greek (Greek and Latin letters)
Number of deities
3
Theonym 1
Theonym 2
Theonym 3
Other onomastic attributes
Institutions and individuals involved
2
Other individuals
Terminus post quem
201
Terminus ante quem
300
Location
Support
Defixio
Further bibliography
IGRR I 950; Audollent 271
Last update
2022/05/09